Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 138-3
Not analysed yet
εἴπερ τοίνυν εἰσὶ θεοί, ζῷά εἰσιν· καὶ ᾧ λόγῳ οἱ ἀπὸ τῆς Στοᾶς ἐδίδασκον (§104), ὅτι ζῷόν ἐστιν ὁ τῷ αὐτῷ χρησάμενος ἄν τις κατασκευάζοι, ὅτι καὶ ὁ θεός ἐστι ζῷον. τὸ γὰρ ζῷον τοῦ μὴ ζῴου κρεῖττόν ἐστιν, οὐδὲν δὲ κρεῖττόν ἐστι θεοῦ· ζῷον ἄρα ἐστὶν ὁ θεός, συμπαραλαμβανομένης τούτῳ τῷ λόγῳ καὶ τῆς κοινῆς τῶν ἀνθρώπων ἐννοίας, εἴγε κοὶ ὁ βίος καὶ οἱ ποιηταὶ καὶ ἡ τῶν ἀρίστων φιλοσόφων πληθὺς μαρτυρεῖ τῷ ζῷον εἶναι τὸν θεόν. ὥστε σῴζεσθαι τὰ τῆς ἀκολουθίας.