Ancient Greek
139 to 142
Sextus Empiricus, Adversus mathematicos 139-4-142
Not analysed yet
εἰ γὰρ εἰσὶ θεοί, ζῷά εἰσιν. εἰ δὲ ζῷά εἰσιν, αἰσθάνονται· πᾶν γὰρ ζῷον αἰσθήσεως μετοχῇ νοεῖται ζῷον. εἰ δὲ αἰσθάνονται, καὶ πικράζονται καὶ γλυκάζονται· οὐ γὰρ δι’ ἄλλης μέν τινος αἰσθήσεως ἀντιλαμβάνονται τῶν αἰσθητῶν, οὐχὶ δὲ καὶ διὰ τῆς γεύσεως. ὅθεν καὶ τὸ περικόπτειν ταύτην ἤ τινα αἴσθησιν ἄλλην ἁπλῶς τοῦ θεοῦ παντελῶς ἐστιν ἀπίθανον· περιττοτέρας γὰρ αἰσθήσεις ἔχων ὁ ἄνθρωπος ἀμείνων αὐτοῦ γενήσεται, δέον μᾶλλον, ὡς ἔλεγεν ὁ Καρνεάδης, σὺν ταῖς πᾶσιν ὑπαρχούσαις πέντε ταύταις αἰσθήσεσι καὶ ἄλλας αὐτῷ περισσοτέρας προσμαρτυρεῖν, ἱν ἔχῃ πλειόνων ἀντιλαμβάνεσθαι πραγμάτων, ἀλλὰ μὴ τῶν πέντε ἀφαιρεῖν ῥητέον οὖν γεῦσίν τινα ἔχειν τὸν θεόν, καὶ διὰ ταύτης ἀντιλαμβάνεσθαι τῶν γευστῶν. ἀλλ’ εἰ διὰ γεύσεως ἀντιλαμβάνεται, <γλυκάζεται> καὶ πικράζεται. γλυκαζόμενος δὲ καὶ πικραζόμενος εὐαρεστήσει τισὶ καὶ δυσαρεστήσει. δυσαρεστῶν δέ τισι καὶ ὀχλήσεως ἔσται δεκτικὸς καὶ τῆς ἐπὶ τὸ χεῖρον μεταβολῆς. εἰ δὲ τοῦτο, φθαρτός ἐστιν. ὥστε εἴπερ εἰσὶ θεοί, φθαρτοί εἰσιν. οὐκ ἄρα θεοὶ εἰσίν. Εἴγε μὴν ἔστι θεός, ζῷόν ἐστιν. εἰ ζῷόν ἐστι, καὶ αἰσθάνεται· τὸ γὰρ ζῷον τοῦ μὴ ζῴου οὐκ ἄλλω τινὶ διαφέρει ἢ τῷ αἰσθάνεσθαι. εἰ δὲ αἰσθάνεται, καὶ ἀκούει καὶ ὁρᾷ καὶ ὀσφραίνεται καὶ ἅπτεται.