Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 139-2
Not analysed yet
λέγει δὲ κατὰ λέξιν· ‘‘γνώμης δὲδύο εἰσὶν ἡ μὲν γνησίη, ἡ δὲ σκοτίη· καὶ σκοτίης μὲν τάδε σύμπαντα, ὄψις ἀκοὴ ὀδμὴ γεῦσις ψαῦσις· ἡ δὲ γνησίη, ἀποκεκριμένη δὲ ταύτης.” εἶτα προκρίνων τῆς σκοτίης τὴν γνησίην ἐπιφέρει λέγων· ‘‘ὅταν ἡ σκοτίη μηκέτι δύνηται μήτε ὁρῆν ἐπ’ ἔλαττον μήτε ἀκούειν μήτε ὀδμᾶσθαι μήτε γεύεσθαι μήτε ἐν τῇ ψαύσει αἰσθάνεσθαι, ἀλλ’ ἐπὶ λεπτότερον<. . . . >.” οὐκοῦν καὶ κατὰ τοῦ- τον ὁ λόγος ἐστὶ κριτήριον, ὃν γνησίην γνώμην καλεῖ.