Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 140-2
Not analysed yet
Διότιμος (3 Diels) δὲ τρία κατ’ αὐτὸν ἔλεγεν εἶναι κριτήρια, τῆς μὲν τῶν ἀδήλων καταλήψεως τὰ φαινόμενα —ὄψις γὰρ τῶν ἀδήλων τὰ φαινόμενα, ὥς φησιν Ἀναξαγόρας (B 21a Diels), ὃν ἐπὶ τούτῳ Δημόκριτος ἐπαινεῖ —,ξητήσεως δὲ τὴν ἔννοιαν —περὶ παντὸς γάρ, ὠ παῖ, μία ἀρχὴ τὸ εἰδέναι περὶ ὅτου ἔστιν ἡ ζήτησις (Plat. Phaedr. 237B) —,αἱρέσεως δὲ καὶ φυγῆς τὰ πάθη· τὸ μὲν γὰρ ᾧ προσοικειούμεθα, τοῦτο αἱρετόν ἐστιν, τὸ δὲ ᾧ προσαλλοτριούμεθα, τοῦτο φευκτόν ἐστιν. Ἡ μὲν οὖν τῶν παλαιῶν περὶ τοῦ κριτηρίου τῆς ἀληθείας ἱστορία τοιαύτη τις ἦν·