Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 140-4
Not analysed yet
μόνως οὑν ἔσται φυγεῖν ταύτην, εἰ ὑποδείξαιμεν τῷ ταραττομένῳ κατὰ τὴν τοῦ κακοῦ φυγὴν ἢ κατὰ τὴν τοῦ ἀγαθοῦ δίωξιν, ὅτι οὔτε ἀγαθόν τι φύσει ἔστι οὔτε κακόν, ἀλλὰ πρὸς ἀνθρώπων ταῦτα νόῳ κέκριται, κατὰ τὸν Τίμωνα (fr. 70 Diels). τὸ δέ γε διδάσκειν τὸ τοιοῦτον ἴδιον τῆς σκέψεως· ταύτης ἄρα ἦν <τὸ> τὸν βίον περιποιεῖν. ἑ εἰ ὁ περὶ τῆς τῶν ἀγαθῶν καὶ κακῶν φύσεως ἐπέχων κατὰ πάντα ἐστὶν εὐδαίμων