Ancient Greek
141 to 145
Sextus Empiricus, Adversus mathematicos 141-3-145
Not analysed yet
Εὐδαίμων μὲν <οὖν> ἐστιν ὁ ἀταράχως διεξάγων καί, ὧς ἔλεγεν ὁ Τίμων (fr. 63 Diels), ἐν ἡσυχίᾳ καὶ γαληνότητι καθεστώς ’πάντῃ γὰρ ἐπεῖχε γαλήνη καὶ (fr. 64 Diels) τὸν δ’ ὧς οὖν ἐνόησ’ ἐν νηνεμίῃσι γαλήνης. τῶν δὲ λεγομένων ὑεγομένων ἀγαθῶν τε καὶ κακῶν τὰ μὲν κατὰ δόξαν εἰσῆκται, τὰ δὲ κατ’ ἀνάγκην. ἀλλὰ κατὰ μὲν λογικὴν δόξαν εἰσῆκται ὅσα κατὰ κρίσιν διώκουσιν ἔνθρωποι ἢ φεύγουσιν ,οἶον ἐν μὲν τοῖς ἐκτὸς αἱρετὰ λέγεται καὶ ἀγαθὰ [καὶ] πλοῦτος καὶ δόξα καὶ εὐγένεια καὶ φιλία καὶ πᾶν τὸ ἐοικός, ἐν δὲ τοῖς περὶ σῶμα κάλλος ἰσχὺς εὐεξία, ἐν δὲ τοῖς περὶ ψυχὴν ἀνδρεία δικαιοσύνη φρόνησις, κοινῶς ἀρετή, καὶ φευκτὰ τὰ ἐναντία τούτοις. κατ’ ἀνάγκην δὲ παρῆλθεν ὁπόσα κατ’ ἄλογον αἰσθήσεως πάθος συνίσταται περὶ ἡμᾶς, καὶ ὅσα φυσική τις ἀνάγκη παρέχει, ἑκὼν δ’ οὐκ ἄν τις ἕλοιτο (Γ 66) ἢ φύγοι, ὡς ἀλγηδὼν καὶ ἡδονή. διόπερ τοιαύτης οὔσης ἐν τοῖς πράγμασι διαφορᾶς, περὶ μὲν τοῦ μόνον ἀταράχως διεξάγειν ἐν τοῖς κατὰ δόξαν ἀγαθοῖς καὶ κακοῖς τὸν περὶ πάντων ἐπέχοντα ἤδη παρεστήσαμεν καὶ πρότερον, ὅτε περὶ τοῦ σκεπτικοῦ τέλους (Hjp. I 25 —30) διελεγόμεθα, καὶ ἐπὶ τοῦ παρόντος, ὅτε ἐδείκνυμεν (§110—140), οὐκ ἔστιν εὐδαιμονεῖν φύσει ἀγαθόν τι καὶ κακὸν ὑποστησάμενον. ὁ μὲν γὰρ τοῦτο ποιῶν ἀνηνύτοις συμπεριεφέρετο ταραχαῖς, τὰ μὲν φεύγων τὰ δὲ διώκων, καὶ πολλὰ μὲν αὐτῷ ἐπισπώμενος κακὰ διὰ τἀγαθά, ἐν πολλαπλασίοσι δὲ τριβόμενος κακοῖς διὰ τὴν περὶ τῶν κακῶν δόξαν.