Ancient Greek
141 to 142
Sextus Empiricus, Adversus mathematicos 141-2-142
Not analysed yet
ἁπτώμεθα δὲ ἑξῆς καὶ τῶν μετὰ τοὺς φυσικοὺς αἱρέσεων. Πλάτων’ τοίνυν ἐν τῷ Τιμαίῳ διελόμενος τὰ πράγματα εἴς τε τὰ νοητά καὶ αἰσθητά, καὶ εἰπὼν περιληπτὰ μὲν λόγῳ εἶναι τὰ νοητὰ, δοξαστὰ δὲ τυγχάνειν τὰ αἰσθητά, προδήλως κριτήριον ὥρισε τῆς τῶν πραγμάτων γνώσεως τὸν λόγον, συμπεριλαβὼν αὐτῷ καὶ τὴν διὰ τῆς αἰσθήσεως ἐνάργειαν. λέγει δὲ οὕτως (Tim. 27 D)· “τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον μέν, ὂν δὲ οὐδέποτε; τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτόν, τὸ δὲ δόξῃ μετὰ αἰσθήσεως.”