Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>
Sextus Empiricus, Adversus mathematicos 145-2
Not analysed yet
οὐκοῦν ἐπεὶ ἡ κίνησίς ἐστιν ἰσοταχής, δεήσει ἑκάτερον τῶν τοιούτων σωμάτων ἀνὰ τέσσαρας ἀμερεῖς διέρχεσθαι χεσθαι τόπους. φθάσαντα δὲ ἐπὶ τὸν πέμπτον τόπον, ὅς ἐστι μέσος τῶν τεσσάρων καὶ τῶν τεσσάρων, ἢ στήσεται η το ετερον αὐτῶν προκαταταχήσει, ὥστε τοῦτο μὲν πέντε διελθεῖν ἀμερεῖς τόπους, τὸ δὲ λειπόμενον τέσσαρας μόνον, ἢ οὔτε στήσεται οὔτε τὸ ἕτερον προκαταταχήσει, συνδραμόντα δὲ ὑφ’ ὲν ἀμφότερα ἐξ ἡμισείας διακαθέξει τὸν πέμπτον ἀμερῆ τόπον.