Ancient Greek
146 to 148
Sextus Empiricus, Adversus mathematicos 146-2-148
Not analysed yet
τὸ μὲν οὖν ἀμφότερα στῆναι πάνυ ἐστὶν ἀπίθανον· τόπου γὰρ οὐχ ὑποκειμένου καὶ μηδενὸς πρὸς τὴν κίνησιν ἀντικόπτοντος οὐ στήσεται. τὸ δὲ προκαταταχεῖν τοῦ ἑτέρου τὸ ἕτερον παρὰ τὴν ὑπόθεσιν· ὑπέκειτο γὰρ ἰσοταχῶς ἑκάτερον αὐτῶν κινούμενον. λείπεται ἄρα λέγειν, ὅτι εἰς τὸ αὐτὸ συνδραμόντα ἀμφότερα ἐφέξει τἀς ἡμισείας τοῦ λειπομένου τόπου. εἰ δὲ ἐπέχει τοῦτο μὲν τὴν καθ’ αὑτὸ ἡμίσειαν, ἐκεῖνο δὲ τὴν καθ’ αὑτό, οὐκ ἔσται ἀμερὴς ὁ τόπος, ἀλλ’ εἰς δύο ἡμισείας μεριστός. οὑτωσὶ δὲ καὶ τὰ σώματα· μέρει γὰρ αὐτῶν τὸ τοῦ τόπου μέρος ἐπιλαμβάνοντα οὐκ ἔσται ἀμερῆ. εἰ δὲ καὶ οἱ τόποι μεριστοὶ καὶ τὰ σώματα οὐκ ἀμερῆ, ἀνάγκη καὶ τὸν χρόνον μὴ εἶναι ἀμερῆ καὶ ἐλάχιστον. οὐ γὰρ ἐν ἴσῳ χρόνῳ διέρχεται τὸν ἀμερῆ τόπον τὸ ἀμερὲς σῶμα καὶ τὸ τοῦ ἀμεροῦς τόπου μέρος, ἀλλ’ ἐν ἄλλῳ μὲν τὸν ὅλον ἀμερῆ τόπον, ἐν ἐλαχίστῳ δὲ τὸ τούτου μέρος.