Ancient Greek
ΠΡΟΣ ΜΟΥΣΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 15-2
Not analysed yet
καὶ τούτου μάρτυς ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητής, λέγων (Teleclid. f. 1 Kock et Ari- stoph. nub. 963) λέξω τοίνυν βίον ἐξ ἀρχῆς ὃν ἐγὼ θνητοῖσι παρεῖχον. πρότερον γὰρ ἔδει παιδὸς φωνὴν γρύσαντος μηδένʼ ἀκοῦσαι, εἶτα βαδίζειν ἐν ταῖσιν ὁδοῖς εὐτάκτως ἐς κιθαριστοῦ. ὅθεν εἰ καὶ κεκλασμένοις τισὶ μέλεσι νῦν καὶ γυναικώδεσι ῥυθμοῖς θηλύνει τὸν νοῦν ἡ μουσική, οὐδὲν τοῦτο πρὸς τὴν ἀρχαίαν καὶ ἔπανδρον μουσικήν.