Ancient Greek
16 to 18
Sextus Empiricus, Adversus mathematicos 16-18
Not analysed yet
εἴπερ τε ἡ ποιητικὴ βιωφελής ἐστι, ταύτην δέ φαίνεται κοσμεῖν ἡ μουσικὴ μερίζουσα καὶ ἐπῳδὸν παρέχουσα, χρειώδης γε- νήσεται ἡ μουσική. ἀμέλει γέ τοι καὶ οἱ ποιηταὶ μελο- ποιοὶ λέγονται, καὶ τὰ Ὁμήρου ἔπη τὸ πάλαι πρὸς λύραν ᾔδετο. ὡσαύτως δέ καὶ τὰ παρὰ τοῖς τραγικοῖς μέλη καὶ στάσιμα, φυσικόν τινα ἐπέχοντα λόγον, ὁποῖά ἐστι τὰ οὕτω λεγόμενα· (Eurip. fr. 839 Nauck) γαῖα μεγίστη καὶ Διὸς αἰθήρ, ὁ μὲν ἀνθρώπων καὶ θεῶν γενέτωρ, ἡ δʼ ὑγροβόλους σταγόνας νοτίας παραδεξαμένη τίκτει θνατούς, τίκτει δὲ βορὰν φῦλά τε θηρῶν, ὅθεν οὐκ ἀδίκως μήτηρ πάντων νενόμισται. καθόλου γὰρ οὐ μόνον χαιρόντων ἐστὶν ἄκουσμα, ἀλλʼ ἐν ὕμνοις καὶ εὐχαῖς καὶ θεῶν θυσίαις ἡ μουσική διὰ δὲ τοῦτο καὶ ἐπὶ τὸν τῶν ἀγαθῶν ζῆλον τὴν διάνοιαν |προ- τρέπεται. ἀλλὰ καὶ λυπουμένων παρηγόρημα· ὅθεν καὶ τοῖς πενθοῦσιν αὐλοῖς μελῳδοῦσιν οἱ τὴν λύπην αὐτῶν ἐπικουφίζοντες.