Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>
Sextus Empiricus, Adversus mathematicos 154-3
Not analysed yet
καθόλου τε· εἰ πάντα ἀμερῆ ἐστιν, ὅ τε χρόνος ἐν ᾧ γίνεται ἡ κίνησις, καὶ τὸ σῶμα ὅπερ κινεῖται, ὅ τε τόπος ἐν ᾧ τὰ τῆς κινήσεως συντελεῖται, πάντα κατ’ ἀνάγκην τὰ κινούμενα ἰσοταχῶς κινήσεται, ὥστε τὸν ἥλιον τῇ χελώνῃ λώνῃ γίνεσθαι ἰσοταχῆ· καὶ γὰρ αὐτὸς καὶ αὐτὴ ἐν ἀμερεῖ χρόνῳ ἀμερὲς ἀνύει διάστημα. ἄτοπον δέ γε πάντα τὰ κινούμενα ἰσοταχῶς λέγειν κινεῖσθαι ἢ τὴν χελώνην τῷ ἡλίῳ τυγχάνειν ἰσοταχῆ· ἄτοπον ἄρα τὸ πάντων εἰς ἀμερὲς καταληγόντων ἀξιοῦν γίνεσθαι τὴν κίνησιν.