Ancient Greek
150 to 153
Sextus Empiricus, Adversus mathematicos 150-2-153
Not analysed yet
ἐπεὶ οὖν εἰς ἐστιν ὁ τῆς περιαγωγῆς χρόνος (ἔστω δὲ ἀμερὴς οὗτος), ζητῶ πῶς ἑνὸς καὶ τοῦ αὐτοῦ χρόνου καθεστῶτος καθ’ ὃν γέγονε τὰ τῆς καταγραφῆς, μιᾶς δὲ οὔσης καὶ τῆς κινήσεως, διαφέροντες γεγόνασιν ἀλλήλων οἱ κύκλοι, καὶ οἱ μὲν μεγάλοι, οἱ δὲ μικρὰν ἔχοντες τὴν περίμετρον. οὐδὲ γὰρ ἔνεστι λέγειν, ὅτι τῶν ἀμερῶν χρόνων διαφορά τίς ἐστι παρὰ τὸ μέγεθος καὶ διὰ τοῦτο τῶν κύκλων οἱ μὲν ἐν μείζοσιν ἀμερέσι καταγραφέντες χρόνοις εἰσὶ μείζους, οἱ δὲ ἐν ἐλάσσοσι μικρότεροι. εἰ γὰρ ἕτερος ἑτέρου μείζων ἐστὶν ἀμερὴς χρόνος; οὐκ ἔστιν ἀμερὴς ὁ χρόνος οὐδὲ ἐλάχιστος, καὶ τὸ κινούμενον οὐ πάντως ἐν ἀμερεῖ χρόνῳ κινεῖται. πρὸς τούτοις οὐδὲ ἐκεῖνο ἔστι φάναι, ὅτι εἶς μέν ἐστιν ἀμερὴς χρόνος ,καθ’ ὅν ἄπαντες καταγράφονται οἱ κύκλοι, τὰ δὲ μέρη τοῦ περιαγομένου κανόνος οὐκ ἔστιν ἰσοταχῆ, ἀλλὰ τὰ μὲν ταχύτερον περιάγεται, τὰ δὲ βραδύτερον, καὶ ὑπὸ μὲν τῶν ταχύτερον περιαγομένων οἱ μείζους συνίστανται κύκλοι, ὑπὸ δὲ τῶν βραδύτερον οἱ μικρότεροι. εἰ δὲ τῷ ὄντι τὰ μὲν θᾶττον κινεῖται μέρη, τὰ δὲ βράδιον, ἐχρῆν ἢ διασπᾶσθαι τὸ κανίνιον ἐν τῇ περιαγωγῇ ἢ κάμπτεσθαί γε πάντως, τινῶν μὲν αὐτοῦ μερῶν προκαταταχούντων, τινῶν δὲ ὑστερούντων. οὔτε δὲ διασπᾶται οὔτε κάμπτεται· τοίνυν ἄπορός ἐστιν ἡ κίνησις τοῖς πάντα λέγουσιν εἰς ἀμερῆ καταλήγειν.