Ancient Greek
154 to 155
Sextus Empiricus, Adversus mathematicos 154-4-155
Not analysed yet
τούτων δὲ ὁ μὲν καθ’ ἑκάστην ἡμέραν συναντῶν εὐπορίστους ἔχων τἀς παρηγορίας, τροφὴν καὶ πόμα καὶ σκέπην, πρὸς ἐλάχιστον ταράττει· ὁ δὲ ἀκρότατος καὶ εἰς τὰ μάλιστα ταρακτικώτατος, ἀλλά τοί γε πρὸς ἀκαρὲς ἀστραπῆς τρόπον δειματώσας ἤ ἀναιρεῖ ἢ ἀναιρεῖται. ὁ δὲ μέσος καὶ παρατείνων οὔτε παρ’ ὅλον ἐστὶ τὸν βίον οὔτε συνεχὴς τὴν φύσιν, ἀλλὰ πολλὰς διαναπαύσεις ἔχων καὶ ῥαστώνας· διηνεκὴς γὰρ ὢν οὐκ ἂν παρέτεινεν. μέτριος οὖν ἐστι καὶ οὐχ οὕτω φοβερὰ ἡ περὶ τὸν σκεπτικὸν συμβαίνουσα ταραχή.