Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 156-4
Not analysed yet
οὐ μὴν ἀλλὰ κἂν μεγίστη τις ᾖ, οὐχ ἡμᾶς αἰτιᾶσθαι δεῖ τοὺς ἀκουσίως καὶ κατ’ ἀνάγκην πάσχοντας, ἀλλὰ τὴν φύσιν (Eurip. fr. 920 Nauck), ἡ νόμων οὐδὲν μέλει, καὶ τὸν δοξαστικῶς καὶ κατὰ κρίσιν ἐπισπώμενον ἑαυτῶ τὸ κακόν. ὥσπερ γὰρ τὸν πυρέττοντα οὐκ αἰτιατέον, ὅτι πυρέττει (ἀκουσίως γὰρ πυρέττει), τὸν δὲ μὴ ἀπεχόμενον τῶν ἀσυμφόρων αἰτιατέον (ἐπ’ αὐτῷ γὰρ ἔκειτο τὸ ἐπέχεσθαι τῶν ἀσυμφόρων), οὕτω τὸν μὲν ταραττόμενον ἐπὶ παροῦσι τοῖς ἀλγεινοῖς οὐκ αἰτιατέον·