Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 156
Not analysed yet
πῶς γὰρ ἀσώματον ἔτι ἔστι τι ἄλλο τοιοῦτο παρὰ τὸ σῶμα καὶ τὸ κενόν, πολλῆς |καὶ ἀνηνύτου γενομένης παρὰ τοῖς φιλοσόφοις περὶ αὐτοῦ διαμάχης; εὶ μέν γὰρ κινεῖται, σῶμά ἐστιν τὸ γὰρ κινούμενον σῶμα· εἰ δέ μένει, δεχόμενον μὲν τὰ εἰς αὐτὸ φερόμενα σώματα καὶ μὴ ἀντιτυποῦν κενὸν γε- νήσεται, κενοῦ γὰρ ἴδιον τὸ μὴ ἀντιτυπεῖν, ἀντιτυποῦν δέ τοῖς εἰς αὐτὸ φερομένοις σῶμά ἐστιν, ἰδίωμα γὰρ σώμα- τος τὸ ἀντιτυπεῖν.