Ancient Greek
157 to 158
Sextus Empiricus, Adversus mathematicos 157-158
Not analysed yet
ἄλλως τε ὁ λέγων ἀσώματόν τι λεκeτὸν ὑπάρχειν ἤτοι φάσει μόνον ἀρκούμενος λέγει ἢ ἀπόδει- ξιν παραλαμβάνων. ἀλλὰ φάσει μὲν ἀρκούμενος ἐν ἀντι- φάσει ἐπισχεθήσεται· ἀπόδειξιν δὲ παραλαμβάνων, ἐπεὶ καὶ αὐτὴ διʼ ἀναμφισβητήτων ὀφείλει λημμάτων προάγειν, τὰ δὲ λήμματά ἐστι λεκτά, προαρπάζων τὸ ζητούμενον ὡς ὁμολογούμενον ἄπιστος ἔσται. παρʼ ἣν αἰτίαν λοιπόν, εἰ μήτε ἡ φωνὴ λόγος ἐστὶ μήτε τὸ σημαινόμενον ὑπʼ αὐ- τῆς ἀσώματον λεκτόν, παρὰ δὲ ταῦτα νοεῖν οὐδὲν ἐνδέχε- ται, οὐδέν ἐστι λόγος. Ἔστω δὲ νῦν καὶ ὁ λόγος καὶ μέρη τούτου ὁπόσα θέ- λουσιν οἱ γραμματικοὶ ὑπάρχειν. ἀλλʼ εἰπάτωσάν γε ἡμῖν πῶς τὸν λόγον μερίζουσιν. Περὶ μερισμοῦ