Ancient Greek
156 to 157
Sextus Empiricus, Adversus mathematicos 156-3-157
Not analysed yet
οὐκοῦν καὶ τὴν τούτων στάσιν ἀδύνατόν ἐστι διδάσκειν πάντων προδηλοτέρων ἐχομένους ὑποδειγμάτων. ὑποκείσθω γὰρ τετραδακτυλιαῖον διάστημα, καὶ ἀνυέτω τοῦτο τὸ κινούμενον σῶμα ἐν δυσὶν ἀμερέσι χρόνοις, ὥστε τὸ ἕτερον [τὸ] διδακτυλιαῖον ἐν <ἑνὶ> χρόνῳ διέρχεσθαι καὶ τὸ λειπόμενον πάλιν ἐν ἐνί. τοιαύτης δὲ οὔσης ὑποθέσεως ἀφαιρείσθω τοῦ τοσούτου δια- στήματος δακτυλιαῖον διάστημα, ὥστε τὸ περιλειπόμενον διάστημα τριδακτυλιαῖον γίνεσθαι. ἀλλ’ εἰ τὸ ὅλον τετραδακτυλιαῖον διάστημα ἐν δυεῖν ἀμερέσι χρόνοις τὸ κινούμενον σῶμα διήρχετο, πάντως τὸ τριδακτυλιαῖον ἀνύσει ἐν ἑνὶ ἀμερεῖ χρόνῳ καὶ ἡμίσει, ἐν ἐνὶ μὲν τὸ διδακτυλιαῖον διάστημα, ἐν ἡμίσει δὲ τὸ λειπόμενον δακτυλιαῖον. οὕτως, εἰ ἔστι τοῦ ἀμεροῦς χρόνου ἡμίσει λειπόμενος ἀμερὴς ῥῆς χρόνος, οὐκ ἔστι τις ἀμερὴς χρόνος, ἀλλὰ καὶ οὗτος εἰς μέρη τέτμηται.