Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>
Sextus Empiricus, Adversus mathematicos 158-3
Not analysed yet
ὁ δ’ αὐτὸς λόγος, εἰ πέμπτον δάκτυλον προσθῶμεν τῷ τετραδακτυλιαίῳ διαστήματι. πῶς γὰρ τοῦτο κινήσεται τὸ κινούμενον; ἀρά γε ἐν ἀμερεῖ χρόνῳ; ἀλλ’ ἐπεὶ καὶ τὸ διπλοῦν ἐν ἀμερεῖ χρόνῳ διήνυεν, ἔσται τὸ ἐν τῷ αὐτῶ χρόνῳ κινούμενον ταχύ τε ἅμα καὶ βραδύ, 7] μὲν διδακτυλιαῖον ἐν ἀμερεῖ χρόνῳ ἀνύει, ταχύ, ᾗ δ’ ἐν τῷ ἴσω δακτυλιαῖον διέρχεται, βραδύ. εἰ δὲ ἐν ἐλάττονι ἀμεροῦς χρόνου ἀνύει τὸν πέμπτον δάκτυλον, μεριστός ἐστιν ὁ ἀμερὴς χρόνος· ὅπερ οὐ θέλουσιν.