Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 159-5
Not analysed yet
ἢ γὰρ οὐ θεωροῦμεν, ὧς καὶ ἐπὶ τῶν τεμνομένων πολλάκις αὐτὸς μὲν ὁ πάσχων καὶ τεμνόμενος ἀνδρικῶς ὑπομένει τὴν ἐκ τῆς τομῆς βάσανον, μήτε (λ 529) ὠχρήσας χρόα κάλλιμον μήτε παρειῶν δάκρυ ὀμορξάμενος, διὰ τὸ μόνῳ τῷ κατὰ τὴν τομὴν ὑποπίπτειν κινήματι· ὁ δὲ παρεστὼς αὐτῷ, συνάμα τῷ βραχεῖαν ἰδεῖν αἵματος ῥύσιν, ὠχριᾷ τρέμει περιιδροῖ ἐκλύεται, τὸ τελευταῖον ἄφωνος καταπίπτει, οὐ διὰ τὸν πόνον (οὐδὲ γὰρ πάρεστιν· αὐτῷ), διὰ δὲ τὴν περὶ τοῦ κακὸν εἶναι τὸν πόνον δόξαν.