Ancient Greek
157 to 158
Sextus Empiricus, Adversus mathematicos 157-4-158
Not analysed yet
οὐ γὰρ παρ’ αὐτὸν γίνεται ἡ διὰ τὸν πόνον ταραχή, ἀλλ’ ἐάν τε θέλῃ, ἐάν τε καὶ μή, γίνεσθαι κατ’ ἀνάγκην ὀφείλει· τὸν δὲ παρὰ τἀς ἰδίας ὑπολήψεις ἀναπλάττοντα αὑτῷ αἱρετῶν τε καὶ φευκτῶν πραγμάτων πλῆθος αἰτιατέον· ἑαυτῷ γὰρ ἐγείρει κακῶν πλήμμυραν. καὶ τοῦτο πάρεστιν ἰδεῖν ἐπ’ αὐτῶν τῶν λεγομένων κακῶν. ὁ μὲν γὰρ μηδὲν προσδοξάζων περὶ τοῦ κακὸν εἶναι τὸν πόνον ἔχεται τῷ κατηναγκασμένῳ τοῦ πόνου κινήματι· ὁ δέ γε προσαναπλάσσων, ὅτι μόνον ἀνοίκειόν ἐστιν ὁ πόνος, ὅτι μόνον κακόν, διπλασιάζει τῇ δόξῃ ταύτῃ τὸ κατὰ παρουσίαν αὐτοῦ συμβαῖνον ὄχλημα.