Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 160
Not analysed yet
ἀλλʼ ἐπεὶ κἀν τοῖς πρὸς τούς μουσικούς (VI 60—67) προηγουμένως περὶ ποδῶν ζητοῦμεν, ἵνα μὴ προλαμβάνωμεν τὰ μελλήσοντα πρὸς ἐκείνους λέγεσναι ἢ μὴ δὶς τὰ αὐτὰ λέγωμεν, ταύτην μὲν τὴν ἀπορίαν εἰς τὸν δέοντα καιρὸν ὑπερθη σόμεθα, περὶ δέ τῆς διαιρέσεως τῶν τοῦ λόγου μερῶν σκεψώμεθα.