Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 161
Not analysed yet
Ὁ οὖν μερίζων τινὰ στίχον τὰ μὲν ἀφαιρεῖ τὰ δὲ προσ- τίθησι, καὶ ἀφαμιρεῖ μὲν τὸ μῆνιν, εἰ τύχοι, χρίζων τοῦ παντὸς στίχου, καὶ πάλιν τὸ ἄειδε καὶ τὰ λοιπὰ μέρη, προστίθησι δὲ τοῖς κατὰ συναλοιφὴν ἐκφερομένοις, οἷον τῷ ‘αἶμʼ ἐμέωνʼ (Hom. Ο 11) τὸ α, τὸ γὰρ πλῆρες ἦν ‘αἶμα ἐμέωνʼ, καὶ πάλιν τῷ ‘βῆ δʼ ἀκέωνʼ (Hom. Α 34) τὸ ε, κατὰ γὰρ ἐκπλήρωσιν οὕτως εἶχε ‘βῆ δὲ ἀκέων.’ μηδενὸς μέντοι μήτε ἀφαμιρεῖσθαι δυναμένου ἀπό τινος μήτε προστίθεσθαί τινι πεφυκότος ἀδύνατος γίνεται ὁ κατὰ γραμματικὴν μερισμός. Περὶ ἀφαιρέσεως