Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 164
Not analysed yet
ἐχρῆν δὲ καὶ αὐτὸ τὸ μῆνιν, ἀφʼ ὅλου ἐκείνου λαμβάνον τὴν ἀφαίρεσιν, ἔχειν τι ἐξ ἑκάστου τῶν ἐν ἐκείνῳ, ὅ πάλιν ἐστὶ ψεῦδος. εἰ οὖν μήτε ὅλον στίχον ἀπὸ στίχου δυνατὸν μερίζειν μήτε μέρος στίχου ἀπὸ μέρους μήτε ὅλον ἀπὸ μέρους μήτε μέρος ἀφʼ ὅλου, καὶ παρὰ ταῦτα οὐδὲν ἐνδέχεται ποιεῖν, ἀδύνα- τος τῷ γραμματικῷ ὀ μερισμός. Περὶ προσ θάσεως