Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 163
Not analysed yet
ὥστε ὅλον ἀπὸ ὅλου οὐκ ἀφαιρεῖται. καὶ μὴν οὐδὲ ὅλον ἀπὸ μέρους· ἐν μέν γὰρ τῷ μέρει οὐκ ἐμπεριέχεται τὸ ὅλον, οἷον τῷ μῆνιν τὸ ‘〈μῆνιν〉 ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆοςʼ, τὸ δὲ ἀφαμιρούμενον ὀφείλει ἐμπεριέχεσθαι τῷ τὴν ἀφαίρεσιν ἐπιδεχομένῳ. λείπεται ἄρα ἢ μέρος ἀφʼ ὅλου ἢ μέρος ἀπὸ μέρους ἀφαιρεῖσθαι. ἀλλὰ καὶ τοῦτʼ ἄπορον. τὸ γὰρ μῆνιν εἰ μὲν ἀφʼ ὅλου ἀφαμιρεῖται τοῦ στίχου, καὶ ἀπὸ αὐτοῦ ἀφαιρεῖται· σὺν αὐτῷ γὰρ ὅλος ὁ στίχος ἐνοεῖτο. καὶ ἄλλως, εἰ ἀφʼ ὅλου ἀφαμιρεῖται, τὸ δʼ ὅλον ἥν μῆνιν ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆοςʼ, ὥφειλεν ἠλαττῶσθαι καὶ |τὸ ʼἄειδε θεὰ Πηληιάδεω χιλῆος ʼ καὶ μὴ μένειν ἐν τῷ αὐτῷ, παντὸς τοῦ ἀφαίρεσιν ἐπιδεξαμέ- νου μὴ μένοντος ἐν ταὐτῷ.