Ancient Greek
165 to 166
Sextus Empiricus, Adversus mathematicos 165-4-166
Not analysed yet
εἰ δὴ τὸ κινούμενον ἐν ἑνὶ καὶ τῷ αὐτῷ ἀμερεῖ χρόνῳ τὸ ὅλον τοῦτο ἐπιλαμβάνει διάστημα, ὅτε μὲν κατὰ τοῦ πεπυρακτωμένου πήχεώς ἐστιν, ἔσται πεπυρακτωμένον, ὅτε δὲ κατὰ τοῦ ἐψυγμίνου, ἐψυγμένον. γίνεται δὲ κατὰ τὸν αὐτὸν χρόνον ἔν τε τῷ πεπυρακτωμένῳ καὶ τῷ ἐψυγμένῳ· τὸ αὐτὸ ἄρα κατὰ τὸν αὐτὸν χρόνον ἔσται θερμόν τε ἄμα καὶ ψυχρόν· ὃ τῶν ἀδυνάτων ὑπῆρχεν. οὐ μὴν ἀλλὰ καὶ κατὰ τὴν αὐτὴν ἔφοδον ἔσται διδάσκειν, ὅτι ὑφ’ ὲν ταὐτὸ ἔσται καὶ πεφωτισμένον καὶ ἀφώτιστον· ὅ καὶ αὐτὸ παρὰ τὴν ἐνάγρειαν. Πρὸς τούτοις δεήσει ἐν τῷ αὐτῷ χρόνῳ, ὁπηλίκον ἄν τις ὑποθῆται διάστημα, κεκινῆσθαι λέγειν τὸ κινούμενον.