Ancient Greek
159 to 164
Sextus Empiricus, Adversus mathematicos 159-4-164
Not analysed yet
Καὶ μὴν εἰ ἐν ἀμερεῖ χρόνῳ τὸ κινούμενον ὑφ᾿ ἕν ἄθρουν μεριστὸν ἀνύει διάστημα, στήσεταί τι ἀναιτίως, ὡς παραστήσομεν· οὐχὶ δέ γε ἵσταταί τι ἀναιτίως· οὐκ ἄρα κατὰ τοῦτον τὸν τρόπον γίνεται ἡ κίνησις. ἔστω γὰρ ὄρθιόν τι διάστημα, οἷον δεκάπηχυ, καὶ βαρύ τι σῶμα, οἱονεὶ μολιβῆ σφαῖρα, ἐν ἑνὶ ἐλαχίστῳ χρόνῳ ἀνυέτω ὅλον τοῦτο τὸ διάστημα ἄνωθεν κάτω. ἀλλὰ καὶ προστιθέσθω τούτω τῷ διαστήματι ἄλλο πηχυαῖον διάστημα, ὥστε ὅλον γίνεσθαι ἑνδεκάπηχυ, ἀφιέσθω τε πάλιν ἀπὸ τοῦ ἄκρου ἡ σφαῖρα. οὐκοῦν φθάσασα ἐπὶ τὸ πέρας μὲν τοῦ δεκάτου πήχεως ἀρχὴν δὲ τοῦ ἑνδεκάτου ἢ στήσεται ἢ καὶ τοῦτον διελεύσεται, φημὶ δὲ τὸν ἑνδέκατον πῆχυν. ἀλλὰ τὸ μὲν στῆναι ἄτοπον· βαρὺ γὰρ οὕτω σῶμα καὶ δι’ ἀέρος φερόμενον καὶ μηδενὸς ἀντικόπτοντος, εἰ στήσεται, πάντως ἀναιτίως στήσεται, ὅπερ ἦν ἄτοπον. εἰ δὲ κινήσεται, ἐπεὶ τὸ ὅλον δεκάπηχυ διάστημα ἐν ἑνὶ ἀμερεῖ διέρχεται χρόνῳ, τὸ λειπόμενον πηχυαῖον διάστημα τῆς αὐτῆς οὔσης κινήσεως ἐν δεκάτῳ μέρει τοῦ ἀμεροῦς χρόνου διελεύσεται, ὥστε τὸν ἀμερῆ χρόνον πρὸς τῷ μὴ εἶναι ἀμερῆ ἔτι καὶ εἰς δέκα μέρη τετμῆσθαι. Καὶ μὴν εἰ τὸ κινούμενον ἐν ἑνὶ ἀμερεῖ χρόνῳ ὅλον ἀνύει μεριστὸν διάστημα, ἐξ ἀνάγκης ἐν ἑνὶ καὶ τῷ αὐτῷ χρόνῳ ἐν πᾶσι γενήσεται τοῖς τοῦ διαστήματος μέρεσιν. εἰ δὲ ἐν ἐνὶ καὶ τῷ αὐτῷ χρόνῳ ἐν πᾶσι γενήσεται τοῖς τοῦ δ’ διατήματος ὃς μέρεσιν, οὐκ ἔσται κεκινημένον τὸ διάστημα ἀλλὰ ἐπεσχηκός· ὅπερ ἄτοπον. οὐ τοίνυν ἐν ἑνὶ καὶ ἀμερεῖ χρόνῳ κινεῖται τὸ κινούμενον μεριστὸν διάστημα, ἐπεὶ ἔσται τὸ αὐτὸ ἐν τῷ αὐτῷ χρόνῳ θερμόν τε καὶ ψυχρόν, πεφωτισμένον τε καὶ ἀφώτιστον. ὑποκείσθω γὰρ διπηχυαῖον διάστημα, καὶ τούτου ὁ μὲν ἕτερος ’π’ πῆχυς πεπυρακτώσθω, ὁ δ’ ἕτερος ἐψύχθω.