Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 17-3
Not analysed yet
ἐῴκει γὰρ ἡ μὲν τοιαύτη διαίρεσις τῇ λεγούσῃ ‟τῶν ἀνθρώπων οἱ μέν εἰσιν Ἕλληνες, οἱ δὲ βάρβαροι, τῶν δὲ βαρβάρων οἱ μὲν Αἰγύπτιοι, οἱ δὲ Πέρσαι, οἱ δὲ ᾿Ινδοί”· ἡ δὲ ἐκκειμένη ὡμοίωτο τῇ τοιουτοτρόπῳ· ‟τῶν ἀνθρώπων οἱ μέν εἰσιν Ἕλληνες, οἱ δὲ Αἰγύπτιοι, οἱ δὲ Πέρσαι, οἱ δὲ Ἰνδοί”. Ἀλλὰ περὶ μὲν τούτων τῶν ἐνστάσεων οὐκ ἀνάγκη νῦν μηκύνειν, ἐκεῖνο δ’ ἴσως ἁρμόσει προδιαρθρῶσαι,