Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 18-6
Not analysed yet
ὅτι τὸ ἔστι δύο σημαίνει, καὶ ὲν μὲν τὸ οἷον ὑπάρχει ‟ὺπάρχει” καθό φαμεν ἐπὶ τοῦ παρόντος τό ‟ὅτι ἡμέρα ἔστιν” ἀντὶ τοῦ ἡμέρα ὑπάρχει ἕτερον δὲ τὸ ὴμέρα] ‟φαίνεται”, καθό τινες τῶν μαθηματικῶν εἰώθασι λέγειν πολλάκις, ὅτι τὸ μεταξὺ δυεῖν τινῶν ἀστέρων ἔρων διάστημα πηχυαῖόν ἐστιν, ἐν ἴσῳ λέγοντες τῷ ‘‘φαίνεται καὶ οὐ πάντως ὑπάρχει”· τάχα γὰρ ὑπάρχει μὲν σταδίων ἑκατόν, φαίνεται δὲ πηχυαῖον παρὰ τὸ ὕψος καὶ παρὰ τὴν τῆς ὄψεως ἀπόστασιν.