Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 172-4
Not analysed yet
ὁτὲ δὲ τοὺς προσέχοντας αὐτοῖς μεταμελομένους ἐφ’ οἶς μάτην ἐμόχθησαν παρεισάγει διὰ τούτων (fr. 66 Diels)· φῆ δέ τις αἰάζων, οἵα βροτοὶ αἰάζουσιν, οἴμοι ἐγὼ τί πάθω; τί νυ μοι σοφὸν ἔνθα γένηται; πτωχὸς μὲν φρένας εἰμί, νόου δέ μοι οὐκ ἔνι κόκκος. τρὶς μάκαρες μέντοι καὶ τετράκις οἱ μὴ ἔχοντες μηδὲ κατατρώξαντες ἐνὶ σχολῇ ὅσσ’ ἐπέπαντο. νῦν δέ με λευγαλέαις ἔρισιν εἵμαρτο δαμῆναι καὶ πενίῃ καὶ ὅσ’ ἄλλα βροτοὺς κηφῆνας ἐλαστρεῖ. διότι δὲ ταῦθ’ οὕτως ἔχει, μάθοιμεν ἂν ἐντεῦθεν ἐπιστήσαντες.