Ancient Greek
173 to 178
Sextus Empiricus, Adversus mathematicos 173-4-178
Not analysed yet
ἡ γὰρ ἀξιουμένη περὶ τὸν βίον εἶναι τέχνη, καὶ καθ’ ἣν εὐδαιμονεῖν ὑπειλήφασιν, οὐ μία τις ἐστίν, ἀλλὰ πολλαὶ καὶ διάφωνοι, οἷον ἡ μὲν κατὰ τὸν Ἐπίκουρον, ἡ δὲ κατὰ τοὺς Στωικούς, τὶς δὲ τῶν ἀπὸ τοῦ Περιπάτου. ἤτοι οὖν πάσαις ὁμοίως ἀκολουθητέον ἢ μιᾷ μόνῃ ἢ οὐδεμιᾷ. καὶ πάσαις μὲν ἀκολουθεῖν τῶν ἀμηχάνων διὰ τὴν μάχην· ὃ γὰρ ἥδε προστάσσει ὡς αἱρετόν, τοῦτο ἥδε ἀπαγορεύει ὡς φευκτόν, οὐκ ἐνδέχεται δὲ τὸ αὐτὸ ἅμα καὶ διώκειν καὶ φεύγειν. εἰ δὲ μιᾷ κατακολουθητέον ἐστίν, ἤτοι τῇ ὁποιᾳδήποτε οὖν· ὅπερ ἀδύνατον. ἀκολουθεῖ γὰρ ἴσον τὸ πάσαις θέλειν ἕπεσθαι· εἰ γὰρ τῇδε προσεκτέον, τί μᾶλλον τῇδε ἢ τῇδε; καὶ ἀναστρόφως. λείπεται ἄρα τῇ προκριθείσῃ λέγειν δεῖν ἕπεσθαι. ἤτοι οὖν τῇ ὐπ’ ἄλλης προκριθείσῃ κατακολουθήσομεν ἢ τῇ ὑφ’ ἑαυτῆς. καὶ εἰ μὲν τῇ ὑφ’ ἑαυτῆς, ἄπιστος ἔσται, ἢ δεήσει πάσας ἡγεῖσθαι πιστάς· εἰ γὰρ ἥδε, καθόσον ὑφ᾿ ἑαυτῆς κέκριται, ἔστι πιστή, καὶ αἱ λοιπαὶ γενήσονται πισταί· ἑκάστη γὰρ αὐτῶν ὑφ’ ἑαυτῆς κέκριται. εἰ δὲ ὐπ’ ἄλλης, δεήσει πάλιν καὶ οὕτως αὐτὴν ἀπιστεῖσθαι· ὧς γὰρ αὐτή, παρόσον διαφωνεῖ ταῖς ἄλλαις, ἐδεῖτο κρίσεως, οὕτω καὶ ἡ κρίνουσα αὐτήν, ἡ διαφωνεῖ ταῖς λοιπαῖς ἀγωγαῖς, δεήσεται τῆς κρινούσης καὶ παρ’ αὐτὸ τοῦτο οὐκ ἔσται πιστὸν ἐκείνης κριτήριον. εἰ οὖν μήτε πάσαις ἐνδέχεται ταῖς περὶ τὸν βίον τέχναις ἀκολουθεῖν μήτε μιᾷ, λείπεται μηδεμιᾷ ἕτεσθαι. καὶ ἄλλως· ὡς προεῖπον (§173), πολλῶν περὶ τὸν βίον τεχνῶν κατ’ ἀνάγκην δεῖ τὸν μιᾷ τούτων προσαναπαυσάμενον κακοδαιμονεῖν, οὐ μόνον διὰ τὰς προειρημένας αἰτίας, ἀλλὰ καὶ διὰ τὴν τοῦ λόγου προἰόντος λεχθησομένην. ἕκαστος γὰρ τῶν ἀνθρώπων ἔχεται πάθει τινί· ἢ γὰρ φιλόπλουτός ἐστιν ἢ φιλήδονος ἢ φιλόδοξος· τοιοῦτος δὲ ὢν ὐπ’ οὐδεμιᾶς τῶν δογματικῶν ἀγωγῶν δύναται καταστέλλεσθαι,