Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 175-2
Not analysed yet
ὥστε ἀνάγκην ἔχειν καὶ τῇ κοινῇ ποτὲ τοῦ ἀληθοῦς καὶ ψευδοῦς φαντασίᾳ χρῆσθαι. οὐ μέντοι διὰ τὴν σπάνιον ταύτης παρέμπτωσιν, λέγω δὲ τῆς μιμουμένης τὸ ἀληθές, ἀπιστητέον ἐστὶ τῇ ὧς <ἐπὶ> τὸ πολύ ἀληθευούσῃ· τῷ γὰρ ἐπὶ τὸ πολὺ τἀς τε κρίσεις καὶ τὰς πράξεις κανονίζεσθαι συμβέβηκεν. Τὸ μὲν οὖν πρῶτον καὶ κοινὸν κριτήριον κατὰ τοὺς περὶ τὸν Καρνεάδην ἐστὶ τοιοῦτον·