Ancient Greek
176 to 178
Sextus Empiricus, Adversus mathematicos 176-2-178
Not analysed yet
ἐπεὶ δὲ οὐδέποτε φαντασία μονοειδὴς ὑφίσταται ἀλλ’ ἀλύσεως τρόπον ἄλλη ἐξ ἄλλης ἤρτηται, δεύτερον προσγενήσεται κριτήριον ἡ πιθανὴ ἅμα καὶ ἀπερίσπαστος φαντασία. οἶον ὁ ἀνθρώπου σπῶν φαντασίαν ἐξ ἀνάγκης καὶ τῶν περὶ αὐτὸν λαμβάνει φαντασίαν καὶ τῶν ἐκτός, τῶν μὲν περὶ αὐτὸν <ὡς> μεγέθους σχήματος κινήσεως λαλιᾶς ἐσθῆτος ὑποδέσεως, τῶν δὲ ἐκτὸς ὡς ἀέρος φωτὸς ἡμέρας οὐρανοῦ γῆς φίλων, τῶν ἄλλων ἀπάντων. ὅταν οὖν μηδεμία τούτων τῶν φαντασιῶν περιέλκῃ ἡμάς τῷ φαίνεσθαι ψευδής, ἀλλὰ πᾶσαι συμφώνως φαίνωνται ἀληθεῖς, μᾶλλον πιστεύομεν. ὅτι γὰρ οὗτός ἐστι Σωκράτης, πιστεύομεν ἐκ τοῦ πάντα αὐτῷ προσεῖναι τὰ εἰωθότα, χρῶμα μέγεθος σχῆμα διάληψιν τρίβωνα, τὸ ἐνθάδε εἶναι ὅπου οὐθείς ἐστιν αὐτῷ ἀπαράλλακτος.