Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 183-6
Not analysed yet
πρὸς τούτοις· ἡ καταληπτικὴ φαντασία κρίνεται κατὰ τοὺς Στωικούς (fr. II97 Arn.) ,ὅτι καταληπτική ἐστι, τῷ ἀπὸ ὑπάρχοντος γενέσθαι καὶ κατ’ αὐτὸ τὸ ὑπάρχον ἐναπομεμαγμένως καὶ ἐναπεσφραγισμένως· τό θ’ ὑπάρχον δοκιμάξεται, ὅτι ὑπάρχον ἐστίν, ἐκ τοῦ καταληπτικὴν κινεῖν φαντασίαν. εἰ δὲ ἵνα μὲν ἡ καταληπτικὴ κρίνηται φαντασία, τὸ ὑπάρχον δεῖ ἐπεγνῶσθαι, ἔνα δὲ τοῦτο καταληφθῇ, τὴν καταληπτικὴν φαντασίαν βέβαιον εἶναι, ἑκάτερον δὲ διὰ θάτερόν ἐστιν ἄπιστον, ἀγνωρίστου οὔσης τῆς καταληπτικῆς φαντασίας ἀναιρεῖται καὶ ἡ τέχνη, σύστημα οὖσα ἐκ καταλήψεων.