Ancient Greek
184 to 185
Sextus Empiricus, Adversus mathematicos 184-5-185
Not analysed yet
Εἴπερ τε ἡ περὶ τὸν βίον ἐπιστήμη, τουτέστιν ἡ φρόνησις, θεωρητικὴ τῶν τε ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων ἐστίν, ἤτοι ἑτέρα καθέστηκε τῶν ἀγαθῶν ὧν λέγεται ἐπιστῆμη στήμη τυγχάνειν, ἢ αὐτή ἐστι τὸ ἀγαθόν, καθὸ καὶ ὁριζόμενοί τινες ἐξ αὐτῶν φασιν· ‟ἀγαθόν ἐστιν ἀρετὴ ἢ τὸ μετέχον ἀρετῆς”. καὶ εἰ μὲν ἑτέρα ἐστὶ παρὰ τἀγαθὰ ὧν λέγεται ἐπιστήμη, οὐδ’ ὅλως ἔσται ἐπιστήμη· πᾶσα γὰρ ἐπιστήμη ὑπαρκτῶν τινῶν ἐστι γνῶσις, τὰ δὲ ἀγαθὰ καὶ κακὰ πρότερον ἐδείξαμεν (§42—109) ἀνύπαρκτα, οὐδ’ ἐπιστήμη τις ἔσται ἀγαθῶν καὶ κακῶν.