Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 184-4
Not analysed yet
καὶ μὴν εἰ ὁ ἥλιος θεός ἐστιν, καὶ ἡμέρα ἂν εἴη θεός· οὐ γὰρ ἄλλο τι ἦν ἡμέρα ἢ ἥλιος ὑπὲρ γῆς. εἰ δ’ ἡμέρα ἐστὶ θεός, καὶ ὁ μὴν ἔσται θεός· σύστημα γάρ ἐστιν ἐξ ἡμερῶν. εἰ δὲ ὁ μὴν θεός ἐστι, καὶ ὁ ἐνιαυτὸς ἂν εἴη θεός· σύστημα γάρ ἐστιν ἐκ μηνῶν ὁ ἐνιαυτός. οὐχὶ δέ γε τοῦτο· τοίνυν οὐδὲ τὸ ἐξ ἀρχῆς. σὺν τῷ ἄτοπον εἶναι, φασί, τὴν μὲν ἡμέραν θεὸν εἶναι λέγειν, τὴν δὲ ἕω καὶ τὴν μεσημβρίαν καὶ τὴν δείλην μηκέτι. εἴγε μὴν ἡ Ἄρτεμις θεός ἐστιν,