Ancient Greek
185 to 192
Sextus Empiricus, Adversus mathematicos 185-3-192
Not analysed yet
καὶ ἡ Ἐνοδία τις ἂν εἴη θεός· ἐπ᾿ ἴσης γὰρ ἐκείνῃ καὶ αὕτη δεδόξασται εἶναι θεὰ ἡ Ἐνοδία καὶ ἡ Προθυριδία καὶ Ἐπιμύλιος καὶ Ἐπικλιβάνιος. οὐχὶ δέ γε τοῦτο· οὐκ ἄρα τὸ ἐξ ἀρχῆς. εἴγε μὴν τὴν Ἀφροδίτην θεὰν λέγομεν εἶναι, ἔσται καὶ ὁ Ἔρως υἱὸς ὢν Ἀφροδίτης θεός. ἀλλ᾿ εἰ Ἔρως θεός ἐστι, καὶ ὁ Ἔλεος ἔσται θεός· ἀμφότερα γάρ ἐστι ψυχικὰ πάθη, καὶ ὁμοίως ἀφωσίωται τῷ Ἔρωτι καὶ Ἔλεος· παρὰ Ἀθηναίοις γοῦν Ἐλέου βωμοί τινες εἰσίν. εἰ δὲ ὁ Ἔλεος θεός ἐστι, καὶ ὁ Φόβος (fr. com. adesp. 154 Koch)· ἀμορφότατος [γὰρ] τὴν ὄψιν εἰμὶ γὰρ φόβος), πάντων ἐλάχιστον τοῦ καλοῦ μετέχων θεός. εἰ δὲ ὁ φόβος, καὶ τὰ λοιπὰ τῆς ψυχῆς πάθη. οὐχὶ δέ γε ταῦτα· οὐδὲ ἡ Ἀφροδίτη ἄρα θεός ἐστιν. εἶ δέ γε ἦσαν θεοί, κἂν Ἀφροδίτη θεὸς ὑπῆρχεν· οὐκ ἄρα εἰσὶ θεοί. καὶ μὴν εἰ ἡ Δημήτηρ θεός ἐστι, καὶ ἡ Γῆ θεός ἐστιν· ἡ γὰρ Δημήτηρ, φασίν, οὐκ ἄλλο τί ἐστιν ἢ Γῆ μήτηρ. εἰ ἡ Γῆ θεός ἐστι, καὶ τὰ ὄρη καὶ αἱ ἀκρώρειαι καὶ πᾶς λίθος ἔσται θεός. οὐχὶ δέ γε τοῦτο· τοίνυν οὐδὲ τὸ ἐξ ἀρχῆς. καὶ ἄλλους δὴ τοιούτους σωρίτας ἐρωτῶσιν οἱ περὶ τὸν Καρνεάδην εἰς τὸ μὴ εἶναι θεούς· ὧν τὸ γένος ἀπὸ τῶν προεκκειμένων αὐτάρκως γέγονε πρόδηλον. Ἀλλὰ τὰ μὲν ἀντεπιχειρούμενα παρὰ τοῖς δογματικοῖς φιλοσόφοις εἰς τὸ εἶναι θεοὺς καὶ εἰς τὸ μὴ εἶναι τοιαῦτά τινα καθέστηκεν. ἐφ᾿ οἶς ἡ τῶν σκεπτικῶν ἐποχὴ συνεισάγεται, καὶ μάλιστα προσγενομένης αὐτοῖς καὶ τῆς ἀπὸ τοῦ κοινοῦ βίου περὶ θεῶν ἀνωμαλίας. ἄλλοι γὰρ ἄλλας καὶ ἀσυμφώνους ἔχουσι περὶ τούτων ὑπολήψεις, ὥστε μήτε πάσας εἶναι πιστὰς διὰ τὴν μάχην μήτε τινὰς διὰ τὴν ἰσοσθένειαν, προσεπισφραγιζομένης τὸ τοιοῦτο καἲ τῆς παρὰ τοῖς θεολόγοις καὶ ποιηταῖς μυθοποιήσεως· πάσης γὰρ ἀσεβείας ἐστὶ πλήρης.