Ancient Greek
185 to 186
Sextus Empiricus, Adversus mathematicos 185-2-186
Not analysed yet
ὁ δὲ Ἐπίκουρος πάντα ἔλεγε τὰ αἰσθητὰ τοιαῦτα ὑποκεῖσθαι ὁποῖα φαίνεται καὶ κατ’ αἴσθησιν προσπίπτει, μηδέποτε ψευδομένης τῆς αἰσθήσεως, ἀλλ’ ἡμῶν ψεύδεσθαι ταύτην δοκούντων. οἱ δὲ ἀπὸ τῆς Στοᾶς καὶ τοῦ Περιπάτου μέσην ὁδὸν τεμόντες ἔνια μὲν ὑποκεῖσθαι τῶν αἰσθητῶν ἔλεξαν ὧς ἀληθῆ, ἔνια δὲ μὴ ὑπάρχειν, ψευδομένης περὶ αὐτῶν τῆς αἰσθήσεως. ἀλλά τό γε κεφάλαιον· εἴπερ αἰσθητὸν εἶναι θέλομεν τὸ σημεῖον, πρὸ παντὸς ὁμολογηθῆναι δεῖ καὶ βεβαίως παραδτῆναι τὴν τῶν αἰσθητῶν ὑπόστασιν, ἴνα καὶ τοῦτο δοθῇ παγίως καταληπτὸν εἶναι· ἢ εἴπερ ἐκείνην δι’ αἰῶνος νος ἐστασιάσθαι συμβέβηκεν, ὁμολογεῖν δεήσει καὶ τοῦτο τῆς αὐτῆς ἀσυμφωνίας ἔχεσθαι.