Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>
Sextus Empiricus, Adversus mathematicos 187-2
Not analysed yet
ὥσπερ γὰρ τὸ λευκὸν χρῶμα οὐ δύναται ἀπτώτως καταληφθῆναι μὴ ὁμολογηθείσης τῆς τῶν αἰσθητῶν ὑποστάσεως, διὰ τὸ καὶ αὐτὸ τῶν αἰσθητῶν ὑπάρχειν, οὕτως οὐδὲ τὸ σημεῖον, εἴπερ κατὰ γένος αἰσθητόν <ἐστιν> λεχθήσεται πάγιον μενούσης τῆς περὶ τῶν αἰσθητῶν μάχης. ἔστω δὴ καὶ συμπεφωνήσθαι τὰ αἰσθητὰ καὶ μηδ’ ἡντινοῦν γεγονέναι περὶ αὐτῶν διάστασιν. ζητῶ, πῶς δύνανται οἱ ἑτερόδοξοι ἡμᾶς διδάσκειν, ὅτι τῷ ὄντι αἰσθητόν ἐστι τὸ σημεῖον; πᾶν γὰρ αἰσθητὸν πᾶσι τοῖς ὡσαύτως ἔχουσιν ὑποπίπτειν πέφυκε καὶ ἐπ’ ἴσης λαμβάνεσθαι. οἶον τοῦ λευκοῦ χρώματος οὐκ ἄλλως μὲν οἱ Ἕλληνες ἀντιλαμβάνονται, ἄλλως δὲ οἱ βάρβαροι, καὶ διαφερόντως μὲν οἱ τεχνῖται, ἐξηλλαγμένως δὲ οἱ ἰδιῶται, ἀλλ’ ὡσαύτως πάντες οἴ γε ἀπαραοδίστους ἔχοντες τἀς αἰσθήσεις.