Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 186
Not analysed yet
εἰ δ’ αὐτή ἐστιν ἀγαθὸν καὶ ἀξιοῦται τῶν ἀγαθῶν εἶναι ἐπιστήμη, ἑαυτῆς ἔσται ἐπιστήμη· ὃ πάλιν ἄτοπον. τὰ γὰρ ὧν ἔστιν ἐπιστήμη, ταῦτα προεπινοεῖται τῆς ἐπιστήμης. οἶον ἰατρικὴ λέγεται ἐπιστήμη ὑγιεινῶν καὶ νοσερῶν καὶ οὐθετέρων· ἀλλὰ προυφέστηκε τῆς ἰατρικῆς καὶ προηγεῖται τὰ ὑγιεινὰ καὶ νοσερά. πάλιν τε· ἡ μουσικὴ ἐμμελῶν ἐστι καὶ ἐκμελῶν, ἐνρύθμων τε καὶ ἐκρύθμων ἐπιστήμη· ἀλλ’ οὐ πρὶν τούτων ἔστιν ἡ μουσική.