Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>
Sextus Empiricus, Adversus mathematicos 188-3
Not analysed yet
τοῦ τε πικροῦ πάλιν ἢ γλυκέος οὐκ ἄλλως μὲν ὅδε γεύεται, καθ’ ἕτερον δὲ τρόπον ὅδε, ἀλλά κατὰ τὸ ὅμοιον ἕκαστος τῶν ὁμοίως διακειμενων. τὸ δέ γε σημεῖον ὧς σημεῖον οὐχ ὡσαύτως πάντας τοὺς ὁμοίως διακειμένους φαίνεται κινεῖν, ἀλλ’ οἶς μὲν οὐδ’ ὅλως ἐστὶ σημεῖόν τινος, καίπερ δι’ ἐναργείας αὐτοῖς προσπῖπτον, τισὶ δὲ σημεῖον μέν ἐστιν, οὐ τοῦ αὐτοῦ δὲ πράγματος, ἀλλὰ διαφέροντος· τὰ γὰρ αὐτὰ φαινόμενα λόγου χάριν ἐν ἰατρικῇ ἄλλου μέν ἐστι σημεῖα τῷδε, καθάπερ Ἐρασιστράτῳ, ἄλλου δὲ τῷδε, οἷον Ἡροφίλῳ, ἄλλου δὲ τῷδε, καθάπερ Ἀσκληπιάδῃ. οὐ τοίνυν λεκτέον αἰσθητὸν εἶναι τὸ σημεῖον· εἰ γὰρ τὸ μὲν αἰσθητὸν πάντας ὁμοίως κινεῖ, τὸ δὲ σημεῖον οὐ πάντας ὁμοίως κινεῖ, οὐκ ἂν εἴη αἰσθητὸν τὸ σημεῖον.