Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>
Sextus Empiricus, Adversus mathematicos 188-4
Not analysed yet
φθαρέντος τε τοῦ κόσμου κατὰ Ἐπίκουρον οὔτε ἡμέρα ἔστιν οὔτε νύξ, διὰ δὲ τοῦτο οὔτε ἡμερήσιον οὔτε νυκτερήσιον φάντασμα. ἄτοπον δ’ ἦν φθαρέντος τοῦ κόσμου λέγειν μὴ εἶναι χρόνον· καὶ γὰρ τὸ ποτὲ ἐφθάρθαι καὶ τὸ φθείρεσθαι χρόνων ἐστὶν ἐμφατικά. εἰ δὲ τοῦτο, ἕτερον μέν ἐστιν ὁ χρόνος, διάφορον δὲ τὸ ἡμερήσιον ἢ νυκτερήσιον φάντασμα. Ἐκ μὲν οὖν τῆς ἐπινοίας οὕτως ἡ τοῦ χρόνου ὕπαρξις ἠπορήσθω·