Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>
Sextus Empiricus, Adversus mathematicos 189-4
Not analysed yet
πάρεστι δὲ καὶ προηγουμένῳ λόγῳ τὸ προκείμενον κατασκευάζειν. εἴπερ γὰρ ἔστι χρόνος, ἤτοι πεπέρασται ἢ ἄπειρός ἐστιν· οὔτε δὲ πεπέρασται, ὧς παραστήσομεν, οὔτε ἄπειρός ἐστιν, ὧς διδάξομεν· οὐκ ἄρα ἔστι τι χρόνος. εἰ γὰρ πεπέρασται ὁ χρόνος, ἦν ποτὲ χρόνος, ὅτε [ὁ] χρόνος οὐκ ἦν, καὶ ἔσται ποτὲ χρόνος, οὐκ ἔσται χρόνος. ἄτοπον δέ γε ἢ τὸ γεγονέναι ποτὲ χρόνον, ὅτε χρόνος οὐκ ἦν, ἢ τὸ ἔσεσθαί ποτε χρόνον, ὅτε χρόνος οὐκ ἔσται· καὶ γὰρ τὸ ποτὲ γεγονέναι καὶ τὸ ἔσεσθαι, καθὼς προεῖπον §188), διαφερόντων χρόνων ἐστὶν ἐμφατικά. οὐ τοίνυν πεπέρασται ὁ χρόνος.