Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 190-3
Not analysed yet
Καὶ μὴν περὶ μὲν παίδων ἀγωγῆς ἐν ταῖς διατριβαῖς ὁ αἱρεσιάρχης Ζήνων (fr. 250 Arn.) τοιαῦτά τινα διέξεισιν· ‟διαμηρίζειν δὲ μηδὲν μᾶλλον μηδὲ ἧσσον παιδικὰ ἢ μὴ παιδικά, μηδὲ θήλεα ἢ ἄρρενα· οὐ γὰρ ἄλλα παιδικοῖς ἢ μὴ παιδικοῖς, οὐδὲ θηλείαις ἢ ἄρρεσιν, ἀλλά τὰ αὐτὰ πρέπει τε καὶ πρέποντά ἐστιν.” καὶ πάλιν (fr. 251 Arn.) · “διαμεμήρικας τὸν ἐρώμενον; οὐκ πότερον οὐκ ἐπερύμησας αὐτὸν διαμηρίσαι; καὶ μάλα. ἀλλὰ ἐπεθύμησας παρασχεῖν σοι αύτον, ἢ έφοβήθης κελεῦσαι; μὰ Δί’. ἀλλ’ ἐκέλευσας; καὶ μάλα.