Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 191-2
Not analysed yet
εἶθ᾿ οὐχ ὑπηρέτησέ σοι; οὐ γάρ.” περὶ δὲ τῆς εἰς τοὺς γονεῖς τιμῆς παράθοιτο ἄν τις τὰ τῆς μητρομιξίας ὐπ’ αὐτῶν θρυλούμενα. καί γε ὁ μὲν Ζήνων (fr. 256 Arn.) τὰ περὶ ᾿Ιοκάστης καὶ Οἰδίποδος θεὶς ἱστορούμενά φησιν, ὅτι οὐκ ἦν δεινὸν τρῖψαι τὴν μητέρα. ‟καὶ εἰ μὲν ἀσθενοῦσαν τὸ σῶμα ταῖς χερσὶ τρίψας ὠφέλει, οὐδὲν αἰσχρόν· εἰ δ’ ἑτέρῳ μέρει τρίψας εὔφραινεν ὀδυνωμένην παύσας, καὶ παῖδας ἐκ τῆς μητρὸς γενναίους ποιήσας, τί ἦν αἰσχρόν;”