Ancient Greek
194 to 198
Sextus Empiricus, Adversus mathematicos 194-2-198
Not analysed yet
ἀξιώσειε δ’ ἄν τις καὶ ἐνταῦθα τοὺς μὲν τῇ ἀπὸ τοῦ πυρὸς μεταβάσει χρωμένους τοῦτο [δὲ] δεικνύναι γινόμενον ἐπὶ τοῦ ὅπερ καὶ ἐπὶ τοῦ πυρὸς γίνεσθαι συμβέβηκεν. τουτὶ μὲν γὰρ ὁμολόγους ἔχει τἀς προειρημένας δυνάμεις, καὶ οὐδεὶς ἔστιν ὃς διαφέρεται περὶ <περὶ ὑπ᾿> αὐτοῦ τὸν τήκεσθαι, τὸν δὲ πηλὸν πήσσεσθαι, τὸ δὲ ξύλον καίεσθαι. ἐπὶ δὲ τοῦ ἐνδεικτικοῦ σημείου ἐὰν τὸ ἀνάλογον προσδεχώμεθα γίνεσθαι, εἰς τὴν μεγίστην ἀπέμφασιν περιστησόμεθα, λέγοντες ἕκαστον τῶν ὐπ’ αὐτοῦ ἐνδεικνυμένων ὑπάρχειν, ὥστε εἰ οὕτω τύχοι, καὶ πλῆθος νοσοποιεῖν καὶ δριμύτητα καὶ σωματικὴν κατασκευήν. ὅπερ ἄτοπον· τἀς γὰρ οὕτω μαχομένας καὶ ἀνασκευαστικὰς ἀλλήλων αἰτίας οὐχ οἶόν τε συνυπάρχειν. ἤ τοῦτο οὖν ὁμολογείτωσαν, καίπερ ὂν ἀδύνατον, οἱ δογματικῶς φιλοσοφοῦντες, ἢ ὅτι τὸ σημεῖον αἰσθητὸν ὄν οὐδενὸς τὸ ὅσον ἐφ’ ἑαυτῶ ἐνδεικτικόν ἐστιν, ἡμεῖς δὲ διαφόρους ἔχοντες διαθέσεις οὐχ ὡσαύτως ἐπ’ αὐτῷ κινούμεθα. ὅπερ οὐκ ἂν ὁμολογεῖν, πρὸς τῷ καὶ τὰς τοιαύτας τοῦ πυρὸς δυνάμεις μὴ εἶναι συμφώνους ἀλλ’ ἠπορῆσθαι. εἰ γὰρ καυστικὴν εἶχε φύσιν τὸ πῦρ, ὤφειλε πάντα καίειν καὶ μὴ τινὰ μὲν καίειν τινὰ δὲ μηδαμῶς· καὶ εἰ τηκτικὴν εἶχε δύναμιν, πᾶν ὤφειλε διαλύειν καὶ μὴ τινὰ μὲν τινὰ δ’ οὔ.