Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>
Sextus Empiricus, Adversus mathematicos 199-2
Not analysed yet
νῦν δὲ ταῦτα ἔοικε ποιεῖν οὐ παρὰ τὴν ἰδίαν φύσιν, ἀλλὰ παρὰ τἀς προσομιλούσας αὐτῷ τῶν ὑποκειμένων ὕλας, οἷον τὸ ξύλον καίει, οὐχ ὅτι αὐτὸ καυστικόν ἐστιν, ἀλλ’ ὅτι τὸ ξύλον ἐπιτηδείως ἔχει συνεργοῦ λαβόμενον ἐκείνου καῆναι, καὶ τήκει τὸν κηρὸν οὐχ ὅτι τηκτικὴν ἔχει δύναμιν, ἀλλ’ ὅτι ὁ κηρὸς ἐπιτηδειότητα ἐκέκτητο πρὸς τὸ συνεργοῦ λαβόμενος ἐκείνου τήκεσθαι. ἀκριβέστερον δὲ περὶ τούτου διδάξομεν (adv. phys. I 237sqq.) ,ὅταν περὶ τῆς τῶν ὑπάρξεως σκεψώμεθα.