Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 195-3
Not analysed yet
Περὶ μὲν τῆς τοῦ αἰτίου νοήσεως ἐν ἄλλοις (§§4—12) ἀκριβέστερον διελέχθημεν· νῦν δὲ ἀρκούμενοι τῇ ὁλοσχερεῖ τούτου ἐπινοήσει λέγομεν, ὅτι τῶν σκεψαμένων περὶ αὐτοῦ οἱ μὲν ἔφασαν εἶναί τί τινος αἴτιον, οἱ δὲ μὴ εἶναι, οἱ δὲ μὴ μᾶλλον εἷναι ἢ μὴ εἶναι. καὶ εἶναι μὲν οἱ πλεῖστοι τῶν δογματικῶν ἢ πάντες σχεδόν, μὴ εἶναι δὲ οἱ τὴν μεταβλητικὴν καὶ τὴν μεταβατικὴν κίνησιν ἀνελόντες σοφισταί· οὐ χωρὶς γὰρ ταύτης ὑφίσταται τὸ ποιοῦν. μὴ μᾶλλον δὲ εἷναι ἢ μὴ εἶναι τὸ αἴτιόν φασιν οἱ ἀπὸ τῆς σκέψεως. καὶ ὅτι οὐκ ἀσκόπως, ἐκ τῶν εἰς ἑκάτερον ἐπιχειρουμένων πάρεστι μαθεῖν.