Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 196-3
Not analysed yet
ἀρχὴ δὲ γινέσθω πρῶτον ἀπὸ τῶν ἀξιούντων εἶναί τί τινος αἴτιον. Εἴπερ τοίνυν, φασίν (Stoic. fr. II 337 Arn.) ,ἔστι σπέρμα, ἔστι καὶ αἴτιον, ἐπείπερ τὸ σπέρμα αἴτιόν ἐστι τῶν ἐξ αὐτοῦ φυομένων τε καὶ γεννωμένων· ἔστι δέ γε σπέρμα, ὧς ἐκ τῶν σπειρομένων καὶ ζωογονουμένων δείκνυται· ἔστιν ἄρα αἴτιον.