Ancient Greek
2 to 3
Sextus Empiricus, Adversus mathematicos 2-3
Not analysed yet
τάχα δέ καὶ διὰ τὴν πρὸς τοὺς περὶ Πλάτωνα καὶ Ἀριστοτέλη καὶ τοὺς ὁμοίους δυσμένειαν πολυμιαθεῖς γεγονότας· οὐκ ἀπέοικε δέ καὶ διὰ τὴν πρὸς Ναυσιφάνην (A 7 Diels) τὸν Πύρρωνος ἀκουστὴν ἔχθραν· πολλοὺς γὰρ τῶν νέων συνεῖχε καὶ τῶν μαθημάτων σπουδαίως ἐπεμελεῖτο, μάλιστα δέ ῥη- τορικῆς· γενόμενος οὖν τούτου μαθητὴς ὁ Ἐπίκουρος ὑπὲρ τοῦ δοκεῖν αὐτοδίδακτος εἶναι καὶ αὐτοφυὴς φιλό- σοφος ἠρνεῖτο ἐκ παντὸς τρόπου, τήν τε περὶ αὐτοῦ φήμην ἐξαλείφειν ἔσπευδε, πολύς τε ἐγίνετο τῶν μαθη- μάτων κατήγορος, ἐν οἷς ἐκεῖνος ἐσεμνύνετο.